Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.77.5 | Hdt. 2.79.3 (English) | >>Hdt. 2.82.2 |
2.79.1
πατρίοισι δὲ χρεώμενοι νόμοισι ἄλλον οὐδένα ἐπικτῶνται · τοῖσι ἄλλα τε ἐπάξια ἐστὶ νόμιμα , καὶ δὴ καὶ ἄεισμα ἕν ἐστι , Λίνος , ὅσπερ ἔν τε Φοινίκῃ ἀοίδιμος ἐστὶ καὶ ἐν Κύπρῳ καὶ ἄλλῃ , κατὰ μέντοι ἔθνεα οὔνομα ἔχει ,
2.79.2 συμφέρεται δὲ ὡυτὸς εἶναι τὸν οἱ Ἕλληνες Λίνον ὀνομάζοντες ἀείδουσι , ὥστε πολλὰ μὲν καὶ ἄλλα ἀποθωμάζειν με τῶν περὶ Αἴγυπτον ἐόντων , ἐν δὲ δὴ καὶ τὸν Λίνον ὁκόθεν ἔλαβον τὸ οὔνομα · φαίνονται δὲ αἰεί κοτε τοῦτον ἀείδοντες . ἔστι δὲ Αἰγυπτιστὶ ὁ Λίνος καλεύμενος Μανερῶς .
2.79.3 ἔφασαν δέ μιν Αἰγύπτιοι τοῦ πρώτου βασιλεύσαντος Αἰγύπτου παῖδα μουνογενέα γενέσθαι , ἀποθανόντα δὲ αὐτὸν ἄνωρον θρήνοισι τούτοισι ὑπὸ Αἰγυπτίων τιμηθῆναι , καὶ ἀοιδήν τε ταύτην πρώτην καὶ μούνην σφίσι γενέσθαι .
ch. 80
2.80.1
ch. 81
2.81.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.77.5 | Hdt. 2.79.3 (English) | >>Hdt. 2.82.2 |